Exodus 33

1καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ Καὶ Ιακωβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν. 2καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον. 3καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ. 4καὶ ἀκούσας λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς. 5καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ Ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ' ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον, καὶ δείξω σοι. ποιήσω σοι 6καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ. 7καὶ λαβὼν Μωϋσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου· Καὶ ἐγένετο πᾶς ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς. 8ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωϋσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν. 9ὡς δ' ἂν εἰσῆλθεν Μωϋσῆς εἰς τὴν σκηνήν, κατέβαινεν στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ· 10καὶ ἑώρα πᾶς λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. 11καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. 12καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Ἰδοὺ σύ μοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδά σε παρὰ πάντας, Καὶ χάριν ἔχεις παρ' ἐμοί. 13εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. 14καὶ λέγει Αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε. 15καὶ λέγει πρὸς αὐτόν Εἰ μὴ αὐτὸς σὺ πορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· 16καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ λαός σου, ἀλλ' συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν. 17καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, Καὶ οἶδά σε παρὰ πάντας. 18καὶ λέγει Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. 19καὶ εἶπεν Ἐγὼ παρελεύσομαι πρότερός σου· τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου Κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. 20καὶ εἶπεν οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον· Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. 21καὶ εἶπεν κύριος Ἰδοὺ τόπος παρ' ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας· 22ἡνίκα δ' ἂν παρέλθῃ μου δόξα, καὶ θήσω σέ, εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σε ἕως ἂν παρέλθω· 23καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
Copyright information for LXX